Add parallel Print Page Options

14 [a]Καὶ μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ [b]εὐαγγέλιον τοῦ θεοῦ 15 καὶ λέγων ὅτι Πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.

16 [c]Καὶ παράγων παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν [d]ἀδελφὸν Σίμωνος [e]ἀμφιβάλλοντας ἐν τῇ θαλάσσῃ, ἦσαν γὰρ ἁλιεῖς· 17 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων. 18 καὶ [f]εὐθὺς ἀφέντες τὰ [g]δίκτυα ἠκολούθησαν αὐτῷ. 19 καὶ [h]προβὰς ὀλίγον εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα, 20 καὶ [i]εὐθὺς ἐκάλεσεν αὐτούς. καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.

21 Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ. καὶ [j]εὐθὺς τοῖς σάββασιν [k]ἐδίδασκεν εἰς τὴν συναγωγήν. 22 καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς. 23 καὶ [l]εὐθὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ καὶ ἀνέκραξεν 24 λέγων· [m]Τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. 25 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ. 26 καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ [n]φωνῆσαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ. 27 καὶ ἐθαμβήθησαν [o]ἅπαντες, ὥστε συζητεῖν [p]πρὸς ἑαυτοὺς λέγοντας· Τί ἐστιν τοῦτο; [q]διδαχὴ καινή· κατ’ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ. 28 [r]καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς [s]πανταχοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.

29 Καὶ [t]εὐθὺς ἐκ τῆς συναγωγῆς [u]ἐξελθόντες ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάννου. 30 ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ [v]εὐθὺς λέγουσιν αὐτῷ περὶ αὐτῆς. 31 καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τῆς [w]χειρός· καὶ ἀφῆκεν αὐτὴν ὁ [x]πυρετός, καὶ διηκόνει αὐτοῖς.

32 Ὀψίας δὲ γενομένης, ὅτε [y]ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους· 33 καὶ [z]ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη πρὸς τὴν θύραν. 34 καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν [aa]αὐτόν.

35 Καὶ πρωῒ ἔννυχα λίαν ἀναστὰς ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον κἀκεῖ προσηύχετο. 36 καὶ [ab]κατεδίωξεν αὐτὸν [ac]Σίμων καὶ οἱ μετ’ αὐτοῦ, 37 καὶ [ad]εὗρον αὐτὸν καὶ λέγουσιν αὐτῷ ὅτι Πάντες [ae]ζητοῦσίν σε. 38 καὶ λέγει αὐτοῖς· Ἄγωμεν [af]ἀλλαχοῦ εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω, εἰς τοῦτο γὰρ [ag]ἐξῆλθον. 39 καὶ [ah]ἦλθεν κηρύσσων [ai]εἰς τὰς συναγωγὰς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων.

40 Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ [aj]γονυπετῶν λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. 41 [ak]καὶ [al]ὀργισθεὶς ἐκτείνας τὴν χεῖρα [am]αὐτοῦ ἥψατο καὶ λέγει αὐτῷ· Θέλω, καθαρίσθητι· 42 καὶ [an]εὐθὺς ἀπῆλθεν ἀπ’ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη. 43 καὶ ἐμβριμησάμενος αὐτῷ [ao]εὐθὺς ἐξέβαλεν αὐτόν, 44 καὶ λέγει αὐτῷ· Ὅρα μηδενὶ μηδὲν εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς. 45 ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλὰ ἔξω [ap]ἐπ’ ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν [aq]πάντοθεν.

Καὶ [ar]εἰσελθὼν πάλιν εἰς Καφαρναοὺμ δι’ [as]ἡμερῶν ἠκούσθη ὅτι [at]ἐν οἴκῳ ἐστίν· [au]καὶ συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. καὶ ἔρχονται [av]φέροντες πρὸς αὐτὸν παραλυτικὸν αἰρόμενον ὑπὸ τεσσάρων. καὶ μὴ δυνάμενοι [aw]προσενέγκαι αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον [ax]ὅπου ὁ παραλυτικὸς κατέκειτο. [ay]καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ· Τέκνον, [az]ἀφίενταί σου αἱ [ba]ἁμαρτίαι. ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν· Τί οὗτος οὕτως λαλεῖ; [bb]βλασφημεῖ· τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ θεός; καὶ [bc]εὐθὺς ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι [bd]οὕτως διαλογίζονται ἐν ἑαυτοῖς [be]λέγει αὐτοῖς· Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ· [bf]Ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· [bg]Ἔγειρε καὶ ἆρον [bh]τὸν κράβαττόν σου καὶ περιπάτει; 10 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου [bi]ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας— λέγει τῷ παραλυτικῷ· 11 Σοὶ λέγω, [bj]ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 12 καὶ ἠγέρθη [bk]καὶ εὐθὺς ἄρας τὸν κράβαττον ἐξῆλθεν [bl]ἔμπροσθεν πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν θεὸν λέγοντας ὅτι [bm]Οὕτως οὐδέποτε εἴδομεν.

13 Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς. 14 καὶ παράγων εἶδεν Λευὶν τὸν τοῦ Ἁλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.

15 Καὶ [bn]γίνεται κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ, ἦσαν γὰρ πολλοὶ καὶ [bo]ἠκολούθουν αὐτῷ. 16 καὶ οἱ γραμματεῖς [bp]τῶν Φαρισαίων [bq]ἰδόντες [br]ὅτι ἐσθίει μετὰ τῶν [bs]ἁμαρτωλῶν καὶ τελωνῶν ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· [bt]Ὅτι μετὰ τῶν [bu]τελωνῶν καὶ ἁμαρτωλῶν [bv]ἐσθίει; 17 καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς [bw]ὅτι Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ’ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους ἀλλὰ [bx]ἁμαρτωλούς.

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:14 Καὶ μετὰ WH Treg ] Μετὰ δὲ NIV RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:14 εὐαγγέλιον WH Treg NIV ] + τῆς βασιλείας RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:16 Καὶ παράγων WH Treg NIV ] Περιπατῶν δὲ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:16 ἀδελφὸν WH Treg NIV ] + αὐτοῦ τοῦ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:16 ἀμφιβάλλοντας WH Treg NIV ] βάλλοντας ἀμφίβληστρον RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:18 εὐθὺς WH NIV ] εὐθέως RP Treg
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:18 δίκτυα WH Treg NIV ] + αὐτῶν RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:19 προβὰς WH Treg NIV ] ἐκεῖθεν RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:20 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:21 εὐθὺς WH NIV ] εὐθέως Treg RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:21 ἐδίδασκεν εἰς τὴν συναγωγήν Holmes WHmarg ] εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκεν WH Treg NIV RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:23 εὐθὺς WH NIV ] – Treg RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:24 Τί WH Treg NIV ] Ἔα τί RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:26 φωνῆσαν WH Treg NIV ] κράξαν RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:27 ἅπαντες WH Treg NIV ] πάντες RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:27 πρὸς ἑαυτοὺς Treg NIV RP ] αὐτοὺς WH
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:27 διδαχὴ καινή WH Treg NIV ] Τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη ὅτι RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:28 καὶ ἐξῆλθεν WH Treg NIV ] Ἐξῆλθεν δὲ RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:28 πανταχοῦ WH Treg NIV ] – RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:29 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:29 ἐξελθόντες ἦλθον WH NIV RP ] ἐξελθὼν ἦλθεν Treg
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:30 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:31 χειρός WH NIV ] + αὐτῆς Treg RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:31 πυρετός WH Treg NIV ] + εὐθέως RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:32 ἔδυ NIV RP ] ἔδυσεν WH Treg
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:33 ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη WH Treg NIV ] ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν RP
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:34 αὐτόν Treg NIV RP ] + χριστὸν εἶναι WH
  28. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:36 κατεδίωξεν WH NIV ] κατεδίωξαν Treg RP
  29. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:36 Σίμων WH NIV ] ὁ Σίμων Treg RP
  30. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:37 εὗρον αὐτὸν καὶ WH Treg NIV ] εὑρόντες αὐτὸν RP
  31. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:37 ζητοῦσίν σε WH Treg NIV ] σε ζητοῦσιν RP
  32. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:38 ἀλλαχοῦ WH Treg NIV ] – RP
  33. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:38 ἐξῆλθον WH Treg NIV ] ἐξελήλυθα RP
  34. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:39 ἦλθεν WH Treg NIV ] ἦν RP
  35. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:39 εἰς τὰς συναγωγὰς WH Treg NIV ] ἐν ταῖς συναγωγαῖς RP
  36. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:40 γονυπετῶν WH ] + καὶ NIV; αὐτὸν καὶ Treg RP
  37. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:41 καὶ WH Treg NIV ] Ὁ δὲ Ἰησοῦς RP
  38. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:41 ὀργισθεὶς Holmes WHmarg ] σπλαγχνισθεὶς WH Treg NIV RP
  39. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:41 αὐτοῦ ἥψατο WH Treg NIV ] ἥψατο αὐτοῦ RP
  40. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:42 εὐθὺς WH Treg NIV ] εἰπόντος αὐτοῦ εὐθέως RP
  41. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:43 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  42. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:45 ἐπ᾽ WH Treg NIV ] ἐν RP
  43. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:45 πάντοθεν WH Treg NIV ] πανταχόθεν RP
  44. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:1 εἰσελθὼν WH Treg NIV ] εἰσῆλθεν RP
  45. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:1 ἡμερῶν WH Treg NIV ] + καὶ RP
  46. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:1 ἐν οἴκῳ WH Treg NIV ] εἰς οἶκόν RP
  47. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:2 καὶ WH NIV ] + εὐθέως Treg RP
  48. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:3 φέροντες πρὸς αὐτὸν παραλυτικὸν WH NIV ] πρὸς αὐτὸν φέροντες παραλυτικὸν Treg; πρὸς αὐτὸν παραλυτικὸν φέροντες RP
  49. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:4 προσενέγκαι WH NIV ] προσεγγίσαι Treg RP
  50. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:4 ὅπου WH Treg NIV ] ἐφ᾽ ᾧ RP
  51. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:5 καὶ ἰδὼν WH NIV ] ἰδὼν δὲ Treg RP
  52. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:5 ἀφίενταί σου WH Treg NIV ] ἀφέωνταί σοι RP
  53. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:5 ἁμαρτίαι WH Treg NIV ] + σου RP
  54. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:7 βλασφημεῖ WH Treg NIV ] βλασφημίας RP
  55. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:8 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  56. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:8 οὕτως WH Treg NIV ] + αὐτοὶ RP
  57. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:8 λέγει WH Treg NIV ] εἶπεν RP
  58. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:9 Ἀφίενταί WH Treg NIV ] Ἀφέωνταί RP
  59. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:9 Ἔγειρε NIV ] Ἐγείρου WH Treg; Ἔγειραι RP
  60. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:9 τὸν κράβαττόν σου WH Treg NIV ] σου τὸν κράββατον RP
  61. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:10 ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας Treg ] ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς WH NIV; ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας RP
  62. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:11 ἔγειρε WH Treg NIV ] ἔγειραι καὶ RP
  63. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:12 καὶ εὐθὺς WH Treg NIV ] εὐθέως καὶ RP
  64. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:12 ἔμπροσθεν WH NIV ] ἐναντίον Treg RP
  65. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:12 Οὕτως οὐδέποτε WH Treg NIV ] Οὐδέποτε οὕτως RP
  66. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:15 γίνεται WH NIV ] γίνεται ἐν τῷ Treg; ἐγένετο ἐν τῷ RP
  67. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:15 ἠκολούθουν WH Treg NIV ] ἠκολούθησαν RP
  68. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 τῶν Φαρισαίων WH Treg NIV ] καὶ οἱ Φαρισαῖοι RP
  69. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 ἰδόντες WH NIV RP ] καὶ ἰδόντες Treg
  70. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 ὅτι ἐσθίει WH NIV ] ὅτι ἤσθιεν Treg; αὐτὸν ἐσθίοντα RP
  71. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 ἁμαρτωλῶν καὶ τελωνῶν WH Treg NIV ] τελωνῶν καὶ ἁμαρτωλῶν RP
  72. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 Ὅτι WH Treg NIV ] Τί ὅτι RP
  73. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 τελωνῶν καὶ ἁμαρτωλῶν WH NIV RP ] ἁμαρτωλῶν καὶ τῶν τελωνῶν Treg
  74. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 ἐσθίει WH NIV ] + καὶ πίνει Treg RP
  75. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:17 ὅτι WH NIV ] – Treg RP
  76. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:17 ἁμαρτωλούς WH Treg NIV ] + εἰς μετάνοιαν RP